Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.52.7 | Hdt. 6.54.1 (English) | >>Hdt. 6.56.1 |
6.53.1
ταῦτα μὲν Λακεδαιμόνιοι λέγουσι μοῦνοι Ἑλλήνων · τάδε δὲ κατὰ τὰ λεγόμενα ὑπʼ Ἑλλήνων ἐγὼ γράφω , τούτους τοὺς Δωριέων βασιλέας μέχρι μὲν δὴ Περσέος τοῦ Δανάης , τοῦ θεοῦ ἀπεόντος , καταλεγομένους ὀρθῶς ὑπʼ Ἑλλήνων καὶ ἀποδεικνυμένους ὡς εἰσὶ Ἕλληνες · ἤδη γὰρ τηνικαῦτα ἐς Ἕλληνας οὗτοι ἐτέλεον .
6.53.2 ἔλεξα δὲ μέχρι Περσέος τοῦδε εἵνεκα , ἀλλʼ οὐκ ἀνέκαθεν ἔτι ἔλαβον , ὅτι οὐκ ἔπεστι ἐπωνυμίη Περσέι οὐδεμία πατρὸς θνητοῦ , ὥσπερ Ἡρακλέι Ἀμφιτρύων . ἤδη ὦν ὀρθῷ χρεωμένῳ μέχρι Περσέος ὀρθῶς εἴρηταί μοι · ἀπὸ δὲ Δανάης τῆς Ἀκρισίου καταλέγοντι τοὺς ἄνω αἰεὶ πατέρας αὐτῶν φαινοίατο ἂν ἐόντες οἱ τῶν Δωριέων ἡγεμόνες Αἰγύπτιοι ἰθαγενέες .
ch. 54
6.54.1
ch. 55
6.55.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.52.7 | Hdt. 6.54.1 (English) | >>Hdt. 6.56.1 |